Note 63 — Chapter II · THE DRACONIAN CODE
Reading edition
ἐὰν δὲ αἰδέσασθαι δέῃ, ἐὰν μὲν πατὴρ ᾗ ἢ ἀδελφὸς ἢ υἱεῖς, πάντας ἢ τὸν κωλύοντα κρατεῖν. ἐὰν δὲ τοὺτων μηδεὶς ᾖ, κτείνῃ δ’ ἄκων, γνῶσι δ’ οἱ πεντήκοντα καὶ εἷς ἢ οἱ ἐφέται, ἄκοντα κτεῖναι, αἰδεσάσθων οἱ πράτορες ἐὰν θέλωσι, δέκα. τούτους δ’ οἱ πεντήκοντα καὶ εἷς ἀριστίνδην αἱρείσθων.