Note 78 — Chapter XXXVIII · TIMÆUS AND KRITIAS.
Reading edition
Plato, Timæus, p. 61 C-D. Πρῶτον μὲν οὖν ὑπάρχειν αἴσθησιν δεῖ τοῖς λεγομένοις (γένεσιν) ἀεί· σαρκὸς δὲ καὶ τῶν περὶ σάρκα γένεσιν, ψυχῆς τε ὅσον θνητόν, οὕπω διεληλύθαμεν. Τυγχάνει δὲ οὔτε ταῦτα χωρὶς τῶν περὶ τὰ παθήματα ὅσα αἰσθητικά, οὔτ’ ἐκεῖνα ἄνευ τούτων δυνατὰ ἱκανῶς λεχθῆναι· τὸ δὲ ἅμα σχεδὸν οὐ δυνατόν. Ὑποθετέον δὴ πρότερον θάτερα, τὰ δ’ ὕστερα ὑποτεθέντα ἐπάνιμεν αὖθις. Ἵνα οὖν ἑξῆς τὰ παθήματα λέγηται τοῖς γένεσιν, ἔστω πρότερα ἡμῖν τὰ περὶ σῶμα καὶ ψυχὴν ὄντα.