Note 24 — Chapter XXXVIII · TIMÆUS AND KRITIAS.
Reading edition
Plat. Timæus, pp. 39 E-40 A. ἧπερ οὖν νοῦς ἐνούσας ἰδέας τῷ ὃ ἔστι ζῶον, οἷαί τε ἔνεισι καὶ ὅσαι, καθορᾷ, τοιαύτας καὶ τοσαύτας διενοήθη δεῖν καὶ τόδε σχεῖν. Εἰσὶ δὲ τέτταρες, μία μὲν οὐράνιον θεῶν γένος, ἄλλη δὲ πτηνὸν καὶ ἀεροπόρον, τρίτη δὲ ἔνυδρον εἶδος, πεζὸν δὲ καὶ χερσαῖον τέταρτον.