Note 43 — Chapter XXXVII · REPUBLIC — REMARKS ON THE PLATONIC COMMONWEALTH.
Reading edition
Plato, Republ. iii. pp. 410-411. 411 D-E: Μισόλογος δή, οἶμαι, ὁ τοιοῦτος γίγνεται καὶ ἄμουσος, καὶ πειθοῖ μὲν διὰ λόγων οὐδὲν ἔτι χρῆται, βίᾳ δὲ καὶ ἀγριότητι ὥσπερ θηρίον πρὸς πάντα διαπράττεται, καὶ ἐν ἀμαθίᾳ καὶ σκαιότητι μετὰ ἀῤῥυθμίας τε καὶ ἀχαριστίας ζῇ.