Note 104 — Chapter XXXVII · REPUBLIC — REMARKS ON THE PLATONIC COMMONWEALTH.
Reading edition
Plato, Repub. v. p. 457 B. Ὁ δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς γυναιξί, τοῦ βελτίστου ἕνεκα γυμναζομέναις, ἀτελῆ τοῦ γελοίου σοφίας δρέπων καρπόν, οὐδὲν οἶδεν, ὡς ἔοικεν, ἐφ’ ᾧ γελᾷ οὐδ’ ὅ, τι πράττει· κάλλιστα γὰρ δὴ τοῦτο καὶ λέγεται καὶ λελέξεται, ὅτι τὸ μὲν ὠφέλιμον, καλόν — τὸ δὲ βλαβερόν, αἰσχρόν.