Note 136 — Chapter XXXVII · REPUBLIC — REMARKS ON THE PLATONIC COMMONWEALTH. (continued 2)
Reading edition
Aristotel. Politic. ii. 9, p. 1269, b. 12. Ἔτι δ’ ἡ περὶ τὰς γυναῖκας ἄνεσις καὶ πρὸς τὴν προαίρεσιν τῆς πολιτείας βλαβερὰ καὶ πρὸς εὐδαιμονίαν πόλεως … Ὡστ’ ἐν ὅσαις πολιτείαις φαύλως ἔχει τὸ περὶ τὰς γυναῖκας, τὸ ἥμισυ τῆς πόλεως εἶναι δεῖ νομίζειν ἀνομοθέτητον. Ὅπερ ἐκεῖ (at Sparta) συμβέβηκεν· ὅλην γὰρ τὴν πόλιν ὁ νομοθέτης εἶναι βουλόμενος καρτερικήν, κατὰ μὲν τοὺς ἄνδρας φανερός ἐστι τοιοῦτος ὤν, ἐπὶ δὲ τῶν γυναικῶν ἐξημέληκεν, &c. … Τὰ δὲ περὶ τὰς γυναῖκας ἔχοντα μὴ καλῶς ἔοικεν οὐ μόνον ἀπρέπειάν τινα ποιεῖν τῆς πόλεως αὐτῆς καθ’ αὑτήν, ἀλλὰ συμβάλλεσθαί τι πρὸς τὴν φιλοχρηματίαν.
Plato has a similar remark, Legg. vi. pp. 780-781.