← Table of contents
Plato and the Other Companions of Sokrates, 3rd ed. Volume 4

Note 148 — Chapter XXXVII · REPUBLIC — REMARKS ON THE PLATONIC COMMONWEALTH. (continued 2)

Reading edition

Plato, Repub. v. p. 457 A-B. Ἀποδυτέον δὴ ταῖς τῶν φυλάκων γυναιξίν, ἐπείπερ ἀρετὴν ἀντὶ ἱματίων ἀμφιέσονται, καὶ κοινωνητέον πολέμου τε καὶ τῆς ἄλλης φυλακῆς τῆς περὶ τὴν πόλιν, καὶ οὐκ ἄλλα πρακτέον· τούτων δ’ αὐτῶν τὰ ἐλαφρότερα ταῖς γυναιξὶν ἢ τοῖς ἀνδράσι δοτέον, διὰ τὴν τοῦ γένους ἀσθένειαν. Ὁ δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς γυναιξί, τοῦ βελτίστου ἕνεκα γυμναζομέναις, ἀτελῆ τοῦ γελοίου σοφίας δρέπων καρπόν, οὐδὲν οἶδεν, ὡς ἔοικεν, ἐφ’ ᾧ γελᾷ οὐδ’ ὅ, τι πράττει. Κάλλιστα γὰρ δὴ τοῦτο καὶ λέγεται καὶ λελέξεται, ὅτι τὸ μὲν ὠφέλιμον, καλόν — τὸ δὲ βλαβερόν, αἰσχρόν.

Explore with AITake your curiosity a little further.

Reading settings