Note 25 — Chapter XXXVI · REPUBLIC — REMARKS ON ITS MAIN THESIS.
Reading edition
Euripid. Herakleid. 425.
Οὐ γὰρ τυραννίδ’, ὥστε βαρβάρων, ἔχω, Ἀλλ’, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.
In a remarkable passage of the Laws, Plato sets a far higher value upon correct estimation from others, which in the Republic he depicts under the contemptuous appellation of show or seeming.
Plato, Legg. xii. p. 950 B. Χρὴ δὲ οὔποτε περὶ σμικροῦ ποιεῖσθαι τὸ δοκεῖν ἀγαθοὺς εἶναι τοῖς ἄλλοις ἢ μὴ δοκεῖν· οὐ γὰρ ὅσον οὐσίας ἀρετῆς ἀπεσφαλμένοι τυγχάνουσιν οἱ πολλοί, τοσοῦτον καὶ τοῦ κρίνειν τοὺς ἄλλους οἱ πονηροὶ καὶ ἄχρηστοι, θεῖον δέ τι καὶ εὔστοχόν ἐστι καὶ τοῖς κακοῖς. ὥστε πάμπολλοι καὶ τῶν σφόδρα κακῶν εὖ τοῖς λόγοις καὶ ταῖς δόξαις διαιροῦνται τοὺς ἀμείνους τῶν ἀνθρώπων καὶ τοὺς χείρους. Διὸ καλὸν ταῖς πολλαῖς πόλεσι τὸ παρακέλευσμά ἐστι, προτιμᾷν τὴν εὐδοξίαν πρὸς τῶν πολλῶν· τὸ μὲν γὰρ ὀρθότατον καὶ μέγιστον, ὄντα ἀγαθὸν ἀληθῶς οὕτω τὸν εὔδοξον βίον θηρεύειν — χωρὶς δὲ μηδαμῶς, τόν γε τέλεον ἄνδρα ἐσόμενον.