Note 175 — Chapter XXXV · PLATONIC REPUBLIC — ABSTRACT. (continued 2)
Reading edition
Plato, Republic, vi. p. 496 C-D. καὶ τούτων δὴ τῶν ὀλίγων οἱ γευόμενοι καὶ γευσάμενοι ὡς ἡδὺ καὶ μακάριον τὸ κτῆμα, καὶ τῶν πολλῶν αὖ ἱκανῶς ἰδόντες τὴν μανίαν, καὶ ὅτι οὐδεὶς οὐδὲν ὑγιὲς, ὡς ἔπος εἰπεῖν, περὶ τὰ τῶν πόλεων πράττει, οὐδ’ ἔστι ξύμμαχος μεθ’ ὅτου τις ἰὼν ἐπὶ τὴν τῶν δικαίων βοήθειαν σώζοιτ’ ἄν, ἀλλ’ ὥσπερ εἰς θηρία ἄνθρωπος ἐμπεσών, οὔτε ξυναδικεῖν ἐθέλων οὔτε ἱκανὸς ὢν εἷς πᾶσιν ἀγρίοις ἀντέχειν, πρίν τι τὴν πόλιν ἢ φίλους ὀνησαι προαπολόμενος ἀνωφελὴς αὑτῷ τε καὶ τοῖς ἄλλοις ἂν γένοιτο — ταῦτα πάντα λογισμῷ λαβῶν, ἡσυχίαν ἔχων καὶ τὰ αὐτοῦ πράττων … ὁρῶν τοὺς ἄλλους καταπιμπλαμένους ἀνομίας, ἀγαπᾷ εἴ πη αὐτὸς καθαρὸς ἀδικίας, &c.