Note 169 — Chapter XXXV · PLATONIC REPUBLIC — ABSTRACT. (continued 2)
Reading edition
Plato, Republic, vi. p. 494 D-E. ἐὰν δ’ οὖν, διὰ τὸ εὖ πεφυκέναι καὶ τὸ ξυγγενὲς τῶν λόγων, εἶς αἰσθάνηταί τέ πῃ καὶ κάμπτηται καὶ ἕλκηται πρὸς φιλοσοφίαν, τί οἰόμεθα δράσειν ἐκείνους τοὺς ἡγουμένους ἀπολλύναι αὐτοῦ τὴν χρείαν τε καὶ ἑταιρείαν; οὐ πᾶν μὲν ἔργον, πᾶν δ’ ἔπος, λέγοντάς τε καὶ πράττοντας καὶ περὶ αὐτόν, ὅπως ἂν μὴ πεισθῇ, καὶ περὶ τὸν πείθοντα, ὅπως ἂν μὴ οἷός τ’ ᾖ, καὶ ἰδίᾳ ἐπιβουλεύοντας καὶ δημοσίᾳ εἰς ἀγῶνας καθίσταντας;