← Table of contents
Plato and the Other Companions of Sokrates, 3rd ed. Volume 4

Note 296 — Chapter XXXV · PLATONIC REPUBLIC — ABSTRACT. (continued 2)

Reading edition

Plato, Republ. ix. pp. 583 E-584 A. Ὃ μεταξὺ ἄρα νῦν δὴ ἀμφοτέρων ἔφαμεν εἶναι, τὴν ἡσυχίαν, τοῦτό ποτε ἀμφότερα ἔσται, λύπη τε καὶ ἡδονή … Ἦ καὶ δυνατὸν τὸ μηδέτερα ὂν ἀμφότερα γίγνεσθαι; Οὔ μοι δοκεῖ. Καὶ μὴν τό γε ἡδὺ ἐν ψυχῇ γιγνόμενον καὶ τὸ λυπηρὸν κίνησίς τις ἀμφοτέρω ἔστον; ἢ οὔ; Ναί. Τὸ δὲ μήτε ἡδὺ μήτε λυπηρὸν οὐχὶ ἡσυχία μέντοι καὶ ἐν μέσῳ τούτων ἐφάνη ἄρτι; Ἐφάνη γάρ. Πῶς οὖν ὀρθῶς ἔστι τὸ μὴ ἀλγεῖν ἡδὺ ἡγεῖσθαι, ἢ τὸ μὴ χαίρειν ἀνιαρόν; Οὐδαμῶς. Οὐκ ἔστιν ἄρα τοῦτο, ἀλλὰ φαίνεται, παρὰ τὸ ἀλγεινὸν ἡδὺ καὶ παρὰ τὸ ἡδὺ ἀλγεινὸν τότε ἡ ἡσυχία, καὶ οὐδὲν ὑγιὲς τούτων τῶν φαντασμάτων πρὸς ἡδονῆς ἀλήθειαν, ἀλλὰ γοητεία τις.

Explore with AITake your curiosity a little further.

Reading settings