Note 68 — Chapter XXXI · KRATYLUS.
Reading edition
Plato, Krat. p. 435 C. ἐμοὶ μὲν οὖν καὶ αὐτῷ ἀρέσκει μὲν κατὰ τὸ δυνατὸν ὅμοια εἶναι τὰ ὀνόματα τοῖς πράγμασιν· ἀλλὰ μὴ ὡς ἀληθῶς γλισχρὰ ᾖ ἡ ὀλκὴ αὐτὴ τῆς ὁμοιότητος, ἀναγκαῖον δὲ ᾖ καὶ τῷ φορτικῷ τούτῳ προσχρῆσθαι, τῇ ξυνθήκῃ, εἰς ὀνομάτων ὀρθότητα· ἐπεὶ ἴσως κατά γε τὸ δυνατὸν κάλλιστ’ ἂν λέγοιτο, ὅταν ἢ πᾶσιν ἢ ὡς πλείστοις ὁμοίοις λέγηται, τοῦτο δ’ ἐστὶ προσήκουσιν, αἴσχιστα δὲ τοὐναντίον.