Note 100 — Chapter XXXI · KRATYLUS.
Reading edition
Plato, Kratyl. p. 429.
Ammonius, Scholia εἰς τὰς Κατηγορίας of Aristotle (Schol. Brandis, p. 60, a. 10).
Τινές φασι μηδὲν εἶναι τῶν πρός τι φύσει, ἀλλὰ ἀνάπλασμα εἶναι ταῦτα τῆς ἡμετέρας διανοίας, λέγοντες ὅτι οὕτως οὐκ ἐστὶ φύσει τὰ πρός τι ἀλλὰ θέσει … Τινὲς δέ, ἐκ διαμέτρου τούτοις ἔχοντες, πάντα τὰ ὄντα πρός τι ἔλεγον. Ὧν εἶς ἦν Πρωταγόρας ὁ σοφιστής· … διὸ καὶ ἔλεγεν ὅτι οὐκ ἔστι τινὰ ψευδῆ λέγειν· ἕκαστος γὰρ κατὰ τὸ φαινόμενον αὐτῷ καὶ δοκοῦν ἀποφαίνεται περὶ τῶν πραγμάτων, οὐκ ἐχόντων ὡρισμένην φύσιν ἀλλ’ ἐν τῇ πρὸς ἡμᾶς σχέσει τὸ εἶναι ἐχόντων.