← Table of contents
Plato and the Other Companions of Sokrates, 3rd ed. Volume 3

Note 23 — Chapter XXIX · SOPHISTES — POLITIKUS.

Reading edition

Plato, Sophist. pp. 226-227. 227 A: τῇ τῶν λόγων μεθόδῳ σπογγιστικῆς ἢ φαρμακοποσίας οὐδὲν ἧττον οὐδέ τι μᾶλλον τυγχάνει μέλον, εἰ τὸ μὲν σμικρά, τὸ δὲ μεγάλα ἡμᾶς ὠφελεῖ καθαῖρον. Τοῦ κτήσασθαι γὰρ ἕνεκεν νοῦν πασῶν τεχνῶν τὸ ξυγγενὲς καὶ τὸ μὴ ξυγγενὲς κατανοεῖν πειρωμένη, τιμᾷ πρὸς τοῦτο, ἐξ ἴσου πάσας, καὶ θάτερα τῶν ἑτέρων κατὰ τὴν ὁμοιότητα οὐδὲν ἡγεῖται γελοιότερα, σεμνότερον δέ τι τὸν διὰ στρατημικῆς ἢ φθειριστικῆς δηλοῦντα θηρευτικὴν οὐδὲν νενόμικεν, ἀλλ’ ὡς τὸ πολὺ χαυνότερον. Καὶ δὴ καὶ νῦν, ὅπερ ἤρου, τί προσεροῦμεν ὄνομα ξυμπάσας δυνάμεις, ὅσαι σῶμα εἴτε ἔμψυχον εἴτε ἄψυχον εἰλήχασι καθαίρειν, οὐδὲν αὐτῇ διοίσει, ποῖον τι λεχθὲν εὐπρεπέστατον εἶναι δόξει· μόνον ἐχέτω χωρὶς τῶν τῆς ψυχῆς καθάρσεων πάντα ξυνδῆσαν ὅσα ἄλλο τι καθαίρει. To maintain the equal scientific position of φθειριστική, as two different species under the genus θηρευτική, is a strong illustration.

Compare also Plato, Politikus, p. 266 D.

A similar admonition is addressed (in the Parmenidês, p. 130 E) by the old Parmenides to the youthful Sokrates, when the latter cannot bring himself to admit that there exist εἶδη or Forms of vulgar and repulsive objects, such as θρὶξ and πῆλος. Νεος γὰρ εἶ ἔτι, καὶ οὔπω σοῦ ἀντείληπται φιλοσοφία ὡς ἔτι ἀντιλήψεται κατ’ ἐμὴν δόξαν, ὅτε οὐδὲν αὐτῶν ἀτιμάσεις· νῦν δ’ ἔτι πρὸς ἀνθρώπων ἀποβλέπεις δόξας διὰ τὴν ἡλικίαν.

See above, ch. xxvii. p. 60, in my review of the Parmenidês.

Explore with AITake your curiosity a little further.

Reading settings