Note 96 — Chapter XXVIII · THEÆTETUS.
Reading edition
Plato, Theætêt. p. 186 B. Τὴν δέ γε οὐσίαν καὶ ὅ τι ἔστον καὶ τὴν ἐναντιότητα πρὸς ἀλλήλω (of hardness and softness) καὶ τὴν οὐσίαν αὖ τῆς ἐναντιότητος, αὐτὴ ἡ ψυχὴ ἐπανιοῦσα καὶ ξυμβάλλουσα πρὸς ἄλληλα κρίνειν πειρᾶται ἡμῖν … Οὐκοῦν τὰ μὲν εὐθὺς γενομένοις πάρεστι φύσει αἰσθάνεσθαι ἀνθρώποις τε καὶ θηρίοις, ὅσα διὰ τοῦ σώματος παθήματα ἐπὶ τὴν ψυχὴν τείνει· τὰ δὲ περὶ τούτων ἀναλογίσματα, πρός τε οὐσίαν καὶ ὠφελείαν μόγις καὶ ἐν πολλῷ χρόνῳ διὰ πολλῶν πραγμάτων καὶ παιδείας παραγίγνεται, οἷς ἂν καὶ παραγίγνηται.