Note 58 — Chapter XXVIII · THEÆTETUS.
Reading edition
Plato, Theætêt. p. 179 B.
Theodor. Ἐκείνῃ μοι δοκεῖ μάλιστα ἁλίσκεσθαι ὁ λόγος, ἁλισκόμενος καὶ ταύτῃ, ᾖ τὰς τῶν ἄλλων δόξας κυρίας ποιεῖ, αὗται δὲ ἐφάνησαν τοὺς ἐκείνου λόγους οὐδαμῇ ἀληθεῖς ἡγούμεναι.
Sokrat. Πολλαχῇ καὶ ἄλλῃ ἂν τό γε τοιοῦτον ἁλοίη, μὴ πᾶσαν παντὸς ἀληθῆ δόξαν εἶναι· περὶ δὲ τὸ παρὸν ἑκάστῳ πάθος, ἐξ ὧν αἱ αἰσθήσεις καὶ αἱ κατὰ ταύτας δόξαι γίγνονται … Ἴσως δὲ οὐδὲν λέγω, ἀνάλωτοι γάρ, εἰ ἔτυχον, εἰσίν.