Note 50 — Chapter XXVII · PARMENIDES.
Reading edition
Plato, Sophist. p. 259 B. εἴτε ὡς τι χαλεπὸν κατανενοηκὼς χαίρει, τοτὲ μὲν ἐπὶ θάτερα τοτὲ δ’ ἐπὶ θάτερα τοὺς λόγους ἕλκων, οὐκ ἄξια πολλῆς σπουδῆς ἐσπούδακεν, ὡς οἱ νῦν λόγοι φασίν. — Also p. 259 D. Τὸ δὲ ταὐτὸν ἕτερον ἀποφαίνειν ἁμῇ γέ πῃ, καὶ τὸ θάτερον ταὐτόν, καὶ τὸ μέγα σμικρόν, καὶ τὸ ὅμοιον ἀνόμοιον, καὶ χαίρειν οὕτω τἀναντία ἀεὶ προφέροντα ἐν τοῖς λόγοις, οὔ τέ τις ἔλεγχος οὗτος ἀληθινός, ἄρτι τε τῶν ὄντων τινὸς ἐφαπτομένου δῆλος νεογενὴς ὤν.