← Table of contents
Plato and the Other Companions of Sokrates, 3rd ed. Volume 3

Note 7 — Chapter XXVI · PHÆDRUS — SYMPOSION.

Reading edition

Plato, Sympos. pp. 204-205. Φέρε, ὁ ἐρῶν τῶν ἀγαθῶν, τί ἐρᾷ; Γενέσθαι, ἦν δ’ ἐγώ, αὐτῷ. Καὶ τί ἔσται ἐκείνῳ ᾧ ἂν γένηται τἀγαθά; Τοῦτ’ εὐπορώτερον, ἦν δ’ ἐγώ, ἔχω ἀποκρίνασθαι, ὅτι εὐδαίμων ἔσται. Κτήσει γάρ, ἔφη, ἀγαθῶν, οἱ εὐδαίμονες εὐδαίμονες· Καὶ οὐκέτι προσδεῖ ἐρέσθαι, ἵνα τί δὲ βούλεται εὐδαίμων εἶναι ὁ βουλόμενος, ἀλλὰ τέλος δοκεῖ ἔχειν ἡ ἀπόκρισις.… Ταύτην δὴ τὴν βούλησιν καὶ τὸν ἔρωτα τοῦτον, πότερα κοινὸν εἶναι πάντων ἀνθρώπων, καὶ πάντας τἀγαθὰ βούλεσθαι αὐτοῖς εἶναι ἀεί, ἢ πῶς λέγεις; Οὕτως, ἦν δ’ ἐγώ, κοινὸν εἶναι πάντων.

Explore with AITake your curiosity a little further.

Reading settings