← Table of contents
Plato and the Other Companions of Sokrates, 3rd ed. Volume 2

Note 11 — Chapter XXV · PHÆDON.

Reading edition

Plato, Phædon, p. 91 A-C. Οὐ γὰρ ὅπως τοῖς παροῦσιν ἂ ἐγὼ λέγω δόξει ἀληθῆ εἶναι, προθυμήσομαι, εἰ μὴ εἴη πάρεργον, ἄλλ’ ὅπως αὐτῷ ἐμοὶ ὅ τι μάλιστα δόζει οὕτως ἔχειν. λογίζομαι γάρ, ὦ φίλε ἕταιρε — καὶ θέασαι ὡς πλεονεκτικῶς — εἰ μὲν τυγχάνει ἀληθῆ ὄντα ἃ λέγω, καλῶς δὴ ἔχει τὸ πεισθῆναι· εἰ δὲ μηδέν ἐστι τελευτήσαντι, ἀλλ’ οὖν τοῦτόν γε τὸν χρόνον αὐτὸν τὸν πρὸ τοῦ θανάτου ἧττον τοῖς παροῦσιν ἀηδὴς ἔσομαι ὀδυρόμενος … ὑμεῖς μέντοι, ἂν ἐμοὶ πείθησθε, σμικρὸν φροντίσαντες Σωκράτους, τῆς δὲ ἀληθείας πολὺ μᾶλλον, ἐὰν μέν τι ὑμῖν δοκῶ ἀληθὲς λέγειν, ξυνομολογήσατε· εἰ δὲ μή, παντὶ λόγῳ ἀντιτείνετε, εὐλαβούμενοι ὅπως μὴ ἐγὼ ὑπὸ προθυμίας ἅμα ἐμαυτόν τε καὶ ὑμᾶς ἐξαπατήσας, ὥσπερ μέλιττα τὸ κέντρον ἐγκαταλιπὼν οἰχήσομαι.

Explore with AITake your curiosity a little further.

Reading settings