Note 128 — Chapter XXIII · PROTAGORAS.
Reading edition
Plato, Protag. p. 360-361. Οὔτοι ἄλλου ἕνεκα ἐρωτῶ πάντα ταῦτα, ἢ σκέψασθαι βουλόμενος πῶς ποτ’ ἔχει τὰ περὶ τῆς ἀρετῆς, καὶ τί ποτ’ ἐστὶν αὐτὸ ἡ ἀρετή. Οἶδα γὰρ ὅτι τούτου φανεροῦ γενομένου μάλιστ’ ἂν κατάδηλον γένοιτο ἐκεῖνο, περὶ οὖ ἐγώ τε καὶ σὺ μακρὸν λόγον ἑκάτερος ἀπετείναμεν, ἐγὼ μὲν λέγων, ὡς οὐ διδακτὸν ἀρετή, σὺ δ’, ὡς διδακτόν.