Note 18 — Chapter XX · LYSIS.
Reading edition
Plato, Lysis, 217 E: Τὸ μήτε κακὸν ἄρα μήτ’ ἀγαθὸν ἐνίοτε κακοῦ παρόντος οὔπω κακόν ἐστιν, ἔστι δ’ ὅτε ἤδη τὸ τοιοῦτον γέγονεν. Πάνυ γε. Οὐκοῦν ὅταν μήπω λαλὸν ᾗ κακοῦ παρόντος, αὐτὴ μὲν ἡ παρουσία ἀγαθοῦ αὐτὸ ποιεῖ ἐπιθυμεῖν, ἡ δὲ κακὸν ποιοῦσα ἀποστερεῖ αὐτὸ τῆς τ’ ἐπιθυμίας ἄμα καὶ τῆς φιλίας τἀγαθοῦ. Οὐ γὰρ ἔτι ἐστὶν οὔτε κακὸν οὔτ’ ἀγαθόν, ἀλλὰ κακόν· φίλον δὲ ἀγαθῷ κακὸν οὐκ ἦν.