← Table of contents
Plato and the Other Companions of Sokrates, 3rd ed. Volume 2

Note 33 — Chapter XII · ALKIBIADES I. AND II.

Reading edition

Plato, Alkib. ii. 145 C:

Ὅστις ἄρα τι τῶν τοιούτων οἶδεν, ἐὰν μὲν παρέπηται αὐτῷ ἡ τοῦ βελτίστου ἐπιστήμη — αὕτη δ’ ἦν ἡ αὐτὴ δήπου ἥπερ καὶ ἡ τοῦ ὠφελίμου — φρόνιμόν γε αὐτὸν φήσομεν καὶ ἀποχρῶντα ξύμβουλου καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ· τὸν δὲ μὴ τοιοῦτον, τἀναντία τούτων. (Τουοῦτον is Schneider’s emendation for ποιοῦντα.) Ibid. 146 C: Οὐκοῦν φαμὲν πάλιν τοὺς πολλοὺς διημαρτηκέναι τοῦ βελτίστου, ὡς τὰ πολλά γε, οἶμαι, ἄνευ νοῦ δόξῃ πεπιστευκότας; Ibid. 146 E: Ὁρᾷς οὖν, ὅτε γ’ ἔφην κινδυνεύειν τό γε τῶν ἄλλων ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν βλάπτειν δὲ τὰ πλείω τον ἔχοντ’ αὐτό. Ibid. 147 A: Ὁ δὲ δὴ τὴν καλουμένην πολυμάθειάν τε καὶ πολυτεχνίαν κεκτημένος, ὀρφανὸς δὲ ὢν ταύτης τῆς ἐπιστήμης, ἀγόμενος δὲ ὑπὸ μιᾶς ἑκάστης τῶν ἄλλων, ἆρ’ οὐχὶ τῷ ὄντι δικαίως πολλῷ χειμῶνι χρήσεται, ἅτ’, οἶμαι, ἄνευ κυβερνήτου διατελῶν ἐν πελάγει, &c.

Explore with AITake your curiosity a little further.

Reading settings