Note 19 — Chapter XII · ALKIBIADES I. AND II.
Reading edition
Plato, Alkib. i. 127 D-E. Alk. Ἀλλὰ μὰ τοὺς θεούς, οὐδ’ αὐτὸς οἶδα ὅ τι λέγω, κινδυνεύω δὲ καὶ πάλαι λεληθέναι ἐμαυτὸν αἴσχιστ’ ἔχων.
Sokr. Ἀλλὰ χρὴ θαῤῥεῖν· εἰ μὲν γὰρ αὐτὸ ᾖσθου πεπονθὼς πεντηκονταέτης, χαλεπὸν ἂν ἦν σοι ἐπιμεληθῆναι σαυτοῦ· νῦν δὲ ἢν ἔχεις ἡλικίαν, αὔτη ἐστίν, ἐν ᾗ δεῖ αὐτὸ αἰσθέσθαι.
Alk. Τί οὖν τὸν αἱσθόμενον χρὴ ποιεῖν;
Sokr. Ἀποκρίνεσθαι τὰ ἐρωτώμενα, καὶ ἐὰν τοῦτο ποιῇς, ἂν θεὸς ἐθέλῃ, εἴ τι δεῖ καὶ τῇ ἐμῇ μαντείᾳ πιστεύειν, σύ τε κἀγὼ βελτιόνως σχήσομεν.