Note 77 — Chapter VIII · PLATONIC COMPOSITIONS GENERALLY.
Reading edition
Plato, Gorgias, p. 472 A. καὶ νῦν, περὶ ὧν σὺ λέγεις, ὀλίγου σοὶ πάντες συμφήσουσι ταὐτα Ἀθηναῖοι καὶ οἱ ξένοι, ἐὰν βούλη κατ’ ἐμοῦ μάρτυρας παρασχέσθαι ὡς οὐκ ἀληθῆ λέγω· μαρτυρήσουσί σοι, ἐὰν μὲν βούλῃ, Νικίας ὁ Νικηράτου καὶ οἱ ἀδελφοὶ μετ’ αὐτοῦ — ἐὰν δὲ βούλῃ, Ἀριστοκράτης ὁ Σκελλίου — ἐὰν δὲ βούλῃ, ἡ Περικλέους ὅλη οἰκία ἢ ἄλλη συγγένεια, ἥντινα ἂν βούλῃ τῶν ἔνθαδε ἐκλέξασθαι. Ἀλλ’ ἐγώ σοι εἶς ὣν οὐχ ὁμολογῶ· οὐ γάρ με σὺ ἀναγκάζεις, &c.