Note 103 — Chapter IV · XENOPHON.
Reading edition
De Vectig. vi. 1-2. Καὶ ὁ μὲν δῆμος τροφῆς εὐπορήσει, οἱ δὲ πλούσιοι τῆς εἰς τὸν πόλεμον δαπάνης ἀπαλλαγήσονται, περιουσίας δὲ πολλῆς γενομένης, μεγαλοπρεπέστερον μὲν ἔτι ἣ νῦν τὰς ἑορτὰς ἄξομεν, ἱερὰ δ’ ἐπισκευάσομεν, τείχη δὲ καὶ νεώρια ἀνορθώσομεν, ἱερεῦσι δὲ καὶ βουλῇ καὶ ἀρχαῖς καὶ ἱππεῦσι τὰ πάτρια ἀποδώσομεν — πῶς οὐκ ἄξιον ὡς τάχιστα τούτοις ἐγχειρεῖν, ἵνα ἔτι ἐφ’ ἡμῶν ἐπίδωμεν τὴν πόλιν μετ’ ἀσφαλείας εὐδαιμονοῦσαν;