← Table of contents
Plato and the Other Companions of Sokrates, 3rd ed. Volume 1

Note 22 — Chapter XI · EUTHYPHRON.

Reading edition

Plato, Euthyphron, c. 8, p. 7 C-D. Περὶ τίνος δὲ δὴ διενεχθέντες καὶ ἐπὶ τίνα κρίσιν οὐ δυνάμενοι ἀφικέσθαι ἐχθροί γε ἂν ἀλλήλοις εἶμεν καὶ ὀργιζοίμεθα; ἴσως οὐ πρόχειρόν σοί ἐστιν, ἀλλ’ ἐμοῦ λέγοντος σκόπει, εἰ τάδ’ ἐστὶ τό τε δίκαιον καὶ τὸ ἄδικον, καὶ καλὸν καὶ αἰσχρόν, καὶ ἀγαθὸν καὶ κακόν. Ἆρ’ οὐ ταῦτα ἐστι περὶ ὧν διενεχθέντες καὶ οὐ δυνάμενοι ἐπὶ ἰκανὴν κρίσιν αὐτῶν ἐλθεῖν ἐχθροὶ ἀλλήλοις γιγνόμεθα, ὅταν γιγνώμεθα, καὶ ἐγὼ καὶ σὺ καὶ οἱ ἄλλοι ἄνθρωποι πάντες;

Explore with AITake your curiosity a little further.

Reading settings