Note 12 — Chapter XI · EUTHYPHRON.
Reading edition
Herodot. ii. 65: τῶν δὲ εἵνεκεν ἀνεῖται τὰ ἱρὰ, εἰ λέγοιμι, καταβαίην ἂν τῷ λόγῳ ἐς τὰ θεῖα πρήγματα, τὰ ἐγὼ φεύγω μάλιστα ἀπηγεέσθαι. τὰ δὲ καὶ εἴρηκα αὐτῶν ἐπιψαύσας, ἀναγκαίη καταλαμβανόμενος εἶπον.… 45. Λέγουσι δὲ πολλὰ καὶ ἄλλα ἀνεπισκέπτως οἱ Ἕλληνες· εὐήθης δὲ αὐτῶν καὶ ὅδε ὁ μῦθος ἐστι, τὸν περὶ τοῦ Ἡρακλέος λέγουσι.… ἔτι δὲ ἕνα ἐόντα τὸν Ἡρακλέα, καὶ ἔτι ἄνθρωπον, ὡς δή φασι, κῶς φύσιν ἔχει πολλὰς μυριάδας φονεῦσαι; καὶ περὶ μὲν τούτων τοσαῦτα ἡμῖν εἰποῦσι, καὶ παρὰ τῶν θεῶν καὶ παρὰ τῶν ἡρώων εὐμένεια εἴη.
About the ἱροὶ λόγοι which he keeps back, see cap. 51, 61, 62, 81, 170, &c.