Note 384 — Chapter X
Reading edition
Il. VI. 413-419:—
... οὐδέ μοί ἐστι πατὴρ καὶ πότνια μήτηρ. ἤτοι γὰρ πατέρ᾽ ἁμὸν ἀπέκτανε δῖος ᾽Αχιλλεύς, ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὐναιετάωσαν, Θήβην ὑψίπυλον· κατὰ δ᾽ ἔκτανεν ᾽Ηετίωνα οὐδέ μιν ἐξενάριξε· σεβάσσατο γὰρ τόγε θυμῷ· ἀλλ᾽ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν, ἠδ᾽ ἐπὶ σῆμ᾽ ἔχεεν.