Note 373 — Chapter X
Reading edition
Iliad, XVIII. 497-508:—
λαοι δ᾽ εἰν ἀγορῇ ἔσαν ἀθρίοι· ἔνθα δὲ νεῖκος ωρώρει· δύο δ᾽ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς ἀνδρὸς ἀποφθιμένου. Ὁ μὲν εὔχετο πάντ᾽ ἀποδοὓναι, δήμῳ πιφαύσκων, ὁ δ᾽ ἀναίνετο μηδὲν ἑλέσθαι· ἄμφω δ᾽ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. λαοὶ δ᾽ ἀμφοτέροισιν ἐπήπυον, ἀμφὶς ἀρωγοί· κήρυκες δ᾽ ἄρα λαὸν ερήτυον. Οἱ δὲ γέροντες εἵατ' ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ, σκῆπτρα δὲ κηρύκων ἐν χέρς' ἔχον ἠεροφώνων· τοῖσιν ἔπειτ᾽ ἤϊσσον, ἀμοιβηδὶς δὲ δικαζον. κεῖτο δ᾽ ἀρ᾽ ἐν μεσσοισι δύω χρυσοῖο τάλαντα τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
The translation is by Mr. Gladstone, in the Contemporary Review for February, 1874.