Note 191 — Chapter IV · OF THE ANCIENT PLACES ON THE ROAD FROM ADALIA TO SHUGHUT, INCLUDING REMARKS ON THE COMPARATIVE GEOGRAPHY OF THE ADJACENT COUNTRY.
Reading edition
Ἵδρυται δὲ ἡ Ἀπάμεια ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Μαρσύου ποταμοῦ· καὶ ῥεῖ διὰ μέσης τῆς πόλεως ὁ ποταμὸς, τὰς ἄρχας ἀπὸ τῆς (παλαιᾶς) πόλεως ἔχων· κατενεχθεὶς δ’ ἐπὶ τὸ προάστειον σφοδρῷ καὶ κατωφερεῖ τῷ ῥεύματι, συμβάλλει πρὸς τὸν Μαίανδρον, προσειληφότα καὶ ἄλλον ποταμὸν Ὀργᾶν, δι’ ὁμαλοῦ φερόμενον πρᾷον καὶ μαλακόν·.... Ἄρχεται δὲ (ὁ Μαίανδρος) ἀπὸ Κελαινῶν, λόφου τινὸς ἐν ᾧ πόλις ἦν ὁμώνυμος τῷ λόφῳ. Ἐντεῦθεν δὲ ἀναστήσας τοὺς ἀνθρώπους ὁ Σωτὴρ Ἀντίοχος εἰς τὴν νῦν Ἀπάμειαν, &c.——Ὑπέρκειται δὲ καὶ λίμνη φύουσα κάλαμον, τὸν εἰς τὰς γλώττας τῶν αὐλῶν ἐπιτήδειον, ἐξ ἧς ἀπολείβεσθαί φασι τὰς πηγὰς ἀμφοτέρας, τήν τε τοῦ Μαρσύου καὶ τὴν τοῦ Μαιάνδρου. Strabo, p. 578.