Note 171 — Chapter IV · OF THE ANCIENT PLACES ON THE ROAD FROM ADALIA TO SHUGHUT, INCLUDING REMARKS ON THE COMPARATIVE GEOGRAPHY OF THE ADJACENT COUNTRY.
Reading edition
Ἀμύντας ... πολλὰ χωρία ἐξεῖλεν ἀπόρθητα πρότερον ὄντα, ὧν καὶ Κρήμνα. τὸ δὲ Σανδάλιον οὐδ’ ἐνεχείρησε βίᾳ προσάγεσθαι, μεταξὺ κείμενον τῆς τε Κρήμνης καὶ Σαγαλασσοῦ. Τὴν μὲν οὖν Κρήμναν ἄποικοι Ῥωμαίων ἔχουσι. Σαγαλασσὸς δ’ ἐστὶν ὑπὸ τῷ αὐτῷ ἡγεμόνι τῶν Ῥωμαίων, ὑφ’ ᾧ καὶ ἡ Ἀμύντου βασιλεία πᾶσα· διέχει δ’ Ἀπαμείας ἡμέρας ὁδὸν, κατάβασιν ἔχουσα σχεδόν τι καὶ τριάκοντα σταδίων ἀπὸ τοῦ ἐρύματος· καλοῦσι δ’ αὐτὴν καὶ Σέλγησσον. Strabo, p. 569.