← Table of contents
Journal of a tour in Asia Minor

Note 58 — Chapter II · ILLUSTRATION OF THE ANCIENT GEOGRAPHY OF THE CENTRAL PART OF ASIA MINOR.

Reading edition

Ἐπεὶ δὲ κοινή τις ὁδὸς τέτριπται ἅπασι τοῖς ἐπὶ τὰς ἀνατολὰς ὁδοιποροῦσιν ἐξ Ἐφέσου καὶ ταύτην ἔπεισιν. Ἐπὶ μὲν τὰ Κάρουρα τῆς Καρίας ὅριον πρὸς τὴν Φρυγίαν διὰ Μαγνησίας καὶ Τραλλέων, Νύσης, Ἀντιοχείας, ὁδὸς 740 σταδίων. Ἐντεῦθεν δὲ ἡ Φρυγία διὰ Λαοδικείας καὶ Ἀπαμείας καὶ Μητροπόλεως καὶ Χελιδονίων· ἐπὶ μὲν οὖν τὴν ἀρχὴν τῆς Παρωρείου τοὺς Ὅλμους στάδιοι περὶ 920 ἐκ τῶν Καρούρων· ἐπὶ δὲ τὸ πρὸς τῇ Λυκαονίᾳ πέρας τῆς Παρωρείου τὸ Τυριάϊον διὰ Φιλομηλίου μικρῷ πλείους τῶν 500. Εἶθ’ ἡ Λυκαονία μέχρι Κοροπασσοῦ διὰ Λαοδικείας τῆς Κατακεκαυμένης 840· ἐκ δὲ Κοροπασσοῦ τῆς Λυκαονίας εἰς Γαρσάουρα, πολίχνιον τῆς Καππαδοκίας, ἐπὶ τῶν ὅρων αὐτῆς ἱδρυμένον, 120· ἐντεῦθεν δ’ εἰς Μάζακα, τὴν μητρόπολιν τῶν Καππαδόκων διὰ Σοάνδου καὶ Σαδακόρων 680· ἐντεῦθεν δ’ ἐπὶ τὸν Εὐφράτην μέχρι Τομισῶν, χωρίου τῆς Σοφηνῆς διὰ Ἡρφῶν πολίχνης 1440. Artemidorus ap. Strab. p. 663.

Explore with AITake your curiosity a little further.

Reading settings