Note 74 — Chapter II · ILLUSTRATION OF THE ANCIENT GEOGRAPHY OF THE CENTRAL PART OF ASIA MINOR.
Reading edition
Ἥτε δὴ Τάττα ἐστὶ καὶ τὰ περὶ Ὀρκαορυκοὺς καὶ Πιτνισὸν, καὶ τὰ τῶν Λυκαόνων ὀροπέδια, ψυχρὰ καὶ ψιλὰ καὶ ὀναγρόβοτα, ὑδάτων δὲ σπάνις πολλὴ· ὅπου δὲ καὶ εὑρεῖν δυνατὸν βαθύτατα φρέατα τῶν πάντων, καθάπερ ἐν Σοάτροις, ὅπου καὶ πιπράσκεται τὸ ὕδωρ· ἔστι δὲ κωμόπολις Γαρσαούρων πλησίον· ὅμως δὲ καίπερ ἄνυδρος οὖσα ἡ χώρα πρόβατα ἐκτρέφει θαυμαστῶς, τραχείας δὲ ἐρέας· καί τινες ἐξ αὐτῶν τούτων μεγίστους πλούτους ἐκτήσαντο. Ἀμύντας δ’ ὑπὲρ 300 ἔσχε ποίμνας ἐν τοῖς τόποις τούτοις. Εἰσὶ δὲ καὶ λίμναι Κώραλις μὲν ἡ μείζων, ἡ δὲ ἐλάττων Τρογῖτις. Ἐνταῦθα δέ που καὶ τὸ Ἰκόνιόν ἐστι, πολίχνιον εὖ συνῳκισμένον καὶ χώραν εὐτυχεστέραν ἔχον τῆς λεχθείσης ὀναγροβότου· τοῦτο δ’ εἴχε Πολέμων. Πλησιάζει δ’ ἤδη τούτοις τοῖς τόποις ὁ Ταῦρος, ὁ τὴν Καππαδοκίαν ὁρίζων καὶ τὴν Λυκαονίαν πρὸς τοὺς ὑπερκείμενους Κίλικας τοὺς Τραχειώτας. Λυκαόνων δὲ καὶ Καππαδόκων ὅριόν ἐστι τὸ μεταξὺ Κοροπασσοῦ κώμης Λυκαόνων καὶ Γαρσαούρων πολιχνίου Καππαδόκων. Ἔστι δὲ τὸ μεταξὺ διάστημα τῶν φρουρίων τούτων 120 που στάδιοι. Strabo, p. 568.
For the extract from Artemidorus, relating to the same subject, see page 57.