Note 573 — Chapter LXXXVII · FROM THE COMMENCEMENT OF THE SACRED WAR TO THAT OF THE OLYNTHIAN WAR.
Reading edition
Plutarch, Phokion, c. 8. Ὁμολογεῖται γὰρ, ὅτι πέντε καὶ τεσσαράκοντα στρατηγίας ἔλαβεν οὐδ᾽ ἅπαξ ἀρχαιρεσίοις παρατυχὼν, ἀλλ᾽ ἀπόντα μεταπεμπομένων αὐτὸν ἀεὶ καὶ χειροτονούντων, ὥστε θαυμάζειν τοὺς οὐκ εὖ φρονοῦντας τὸν δῆμον, ὅτι πλεῖστα τοῦ Φωκίωνος ἀντικρούοντος αὐτῷ καὶ μηδὲν εἰπόντος πώποτε μηδὲ πράξαντος πρὸς χάριν, ὥσπερ ἀξιοῦσι τοὺς βασιλεῖς τοῖς κόλαξι χρῆσθαι μετὰ τὸ κατὰ χειρὸς ὕδωρ, έχρῆτο οὗτος τοῖς μὲν κομψοτέροις καὶ ἱλαροῖς ἐν παιδιᾶς μέρει δημαγωγοῖς, ἐπὶ δὲ τὰς ἀρχὰς ἀεὶ νήφων καὶ σπουδάζων τὸν αὐστηρότατον καὶ φρονιμώτατον ἐκάλει τῶν πολιτῶν καὶ μόνον ἢ μᾶλλον ταῖς βουλήσεσιν αὐτοῦ καὶ ὁρμαῖς ἀντιτασσόμενον.