← Table of contents
History of Greece, Volume 11 (of 12)

Note 608 — Chapter LXXXVII · FROM THE COMMENCEMENT OF THE SACRED WAR TO THAT OF THE OLYNTHIAN WAR.

Reading edition

Demosthen. De Symmor. p. 188. s. 42-46. ... Ὥστ᾽ οὔτε φοβεῖσθαί φημι δεῖν πέρα τοῦ μετρίου, οὔθ᾽ ὑπαχθῆναι προτέρους ἐκφέρειν τὸν πόλεμον....

... Τοῦτον ἡμεῖς φοβώμεθα; μηδαμῶς· ἀλλὰ μηδ᾽ ἀδικῶμεν, αὐτῶν ἡμῶν ἕνεκα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ταραχῆς καὶ ἀπιστίας· ἐπεὶ εἴ γ᾽ ὁμοθυμαδὸν ἦν μετὰ πάντων ἐπιθέσθαι μόνῳ, οὐδ᾽ ἀδικεῖν ἡμᾶς ἐκεῖνον ἀδίκημ᾽ ἂν ἔθηκα. Ἐπειδὴ δὲ τοῦθ᾽ οὕτως ἔχει, φυλάττεσθαί φημι δεῖν μὴ πρόφασιν δῶμεν βασιλεῖ τοῦ τὰ δίκαια ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ζητεῖν· ἡσυχίαν μὲν γὰρ ἐχόντων ὑμῶν, ὕποπτος ἂν εἴη τοιοῦτό τι πράττων—πόλεμον δὲ ποιησαμένων προτέρων εἰκότως ἂν δοκοίη διὰ τὴν πρὸς ὑμᾶς ἐχθρὰν τοῖς ἄλλοις φίλος εἶναι βούλεσθαι. Μὴ οὖν ἐξελέγξητε ὡς κακῶς ἔχει τὰ Ἑλληνικὰ, συγκαλοῦντες ὅτ᾽ οὐ πείσετε, καὶ πολεμοῦντες ὅτ᾽ οὐ δυνήσεσθε· ἀλλ᾽ ἔχετε ἡσυχίαν θαῤῥοῦντες καὶ παρασκευαζόμενοι.

Explore with AITake your curiosity a little further.

Reading settings