Note 464 — Chapter LXXXVI · CENTRAL GREECE: THE ACCESSION OF PHILIP OF MACEDON TO THE BIRTH OF ALEXANDER. 359-356 B. C.
Reading edition
Demosthenes, Philip, i. 46. s. 28. ἐξ οὗ δ᾽ αὐτὰ καθ᾽ αὑτὰ τὰ ξενικὰ ὑμῖν στρατεύεται, τοὺς φίλους νικᾷ καὶ τοὺς συμμάχους, οἱ δ᾽ ἐχθροὶ μείζους τοῦ δέοντος γεγόνασιν. Καὶ παρακύψαντα ἐπὶ τὸν τῆς πόλεως πόλεμον, πρὸς Ἀρτάβαζον ἢ πανταχοῦ μᾶλλον οἴχεται πλέοντα· ὁ δὲ στρατηγὸς ἀκολουθεῖ· εἰκότως· οὐ γὰρ ἔστιν ἄρχειν μὴ διδόντα μισθόν.
Ibid. p. 53. s. 51. Ὅποι δ᾽ ἂν στρατηγὸν καὶ ψήφισμα κενὸν καὶ τὰς ἀπὸ τοῦ βήματος ἐλπίδας ἐκπέμψητε, οὐδὲν ὑμῖν τῶν δεόντων γίγνεται, ἀλλ᾽ οἱ μὲν ἐχθροὶ καταγελῶσιν, οἱ δὲ σύμμαχοι τεθνᾶσι τῷ δέει τοὺς τοιούτους ἀποστόλους.
Ibid. p. 53. s. 53. Νῦν δ᾽ εἰς τοῦθ᾽ ἥκει τὰ πράγματα αἰσχύνης, ὥστε τῶν στρατηγῶν ἕκαστος δὶς καὶ τρὶς κρίνεται παρ᾽ ὑμῖν περὶ θανάτου, πρὸς δὲ τοὺς ἐχθροὺς οὐδεὶς οὐδ᾽ ἅπαξ αὐτῶν ἀγωνίσασθαι περὶ θανάτου τολμᾷ, ἀλλὰ τὸν τῶν ἀνδραποδιστῶν καὶ λωποδυτῶν θάνατον μᾶλλον αἱροῦνται τοῦ προσήκοντος.
Compare Olynthiac ii. p. 26. s. 28; De Chersoneso, p. 95. s. 24-27, cont. Aristokrat. p. 639. s. 69; De Republ. Ordinand. περὶ Συντάξεως, p. 167. s. 7. Also Æschines de Fals. Legat. p. 264. c. 24; Isokrates, De Pace, s. 57. 160.