Note 349 — Chapter LXXXV · SICILIAN AFFAIRS DOWN TO THE CLOSE OF THE EXPEDITION OF TIMOLEON. B. C. 353-336.
Reading edition
Plutarch, Timoleon, c. 22. Γενόμενος δὲ τῆς ἀκρᾶς κύριος, οὐκ ἔπαθε Δίωνι ταὐτὸ πάθος, οὐδ᾽ ἐφείσατο τοῦ τόπου διὰ τὸ κάλλος καὶ τὴν πολυτέλειαν τῆς κατασκευῆς, ἀλλὰ τὴν ἐκεῖνον διαβαλοῦσαν, εἶτ᾽ ἀπολέσασαν ὑποψίαν φυλαξάμενος, ἐκήρυξε τῶν Συρακοσίων τὸν βουλόμενον παρεῖναι μετὰ σιδήρου καὶ συνεφάπτεσθαι τῶν τυραννικῶν ἐρυμάτων. Ὡς δὲ πάντες ἀνέβησαν, ἀρχὴν ἐλευθερίας ποιησάμενοι βεβαιοτάτην τὸ κήρυγμα καὶ τὴν ἡμέραν ἐκείνην, οὐ μόνον τὴν ἄκραν, ἀλλὰ καὶ τὰς οἰκίας καὶ τὰ μνήματα τῶν τυράννων ἀνέτρεψαν καὶ κατέσκαψαν. Εὐθὺς δὲ τὸν τόπον συνομαλύνας, ἐνῳκοδόμησε τὰ δικαστήρια, χαριζόμενος τοῖς πολίταις, καὶ τῆς τυραννίδος ὑπερτέραν ποιῶν τὴν δημοκρατίαν.
Compare Cornelius Nepos, Timoleon, c. 3.