← Table of contents
History of Greece, Volume 11 (of 12)

Note 337 — Chapter LXXXV · SICILIAN AFFAIRS DOWN TO THE CLOSE OF THE EXPEDITION OF TIMOLEON. B. C. 353-336.

Reading edition

Plutarch, Timoleon, c. 18. ... Ὁ δὲ Κορίνθιος Νέων, κατιδὼν ἀπὸ τῆς ἄκρας τοὺς ὑπολελειμμένους τῶν πολεμίων ἀργῶς καὶ ἀμελῶς φυλάττοντας, ἐξαίφνης ἐνέπεσε διεσπαρμένοις αὐτοῖς· καὶ τοὺς μὲν ἀνελὼν, τοὺς δὲ τρεψάμενος, ἐκράτησε καὶ κατέσχε τὴν λεγομένην Ἀχραδινὴν, ὃ κράτιστον ἐδόκει καὶ ἀθραυστότατον ὑπάρχειν τῆς Συρακουσίων μέρος πόλεως, τρόπον τινα συγκειμένης καὶ συνηρμοσμένης ἐκ πλειόνων πόλεων. Εὐπορήσας δὲ καὶ σίτου καὶ χρημάτων οὐκ ἀφῆκε τὸν τόπον, οὐδ᾽ ἀνεχώρησε πάλιν ἐπὶ τὴν ἄκραν, ἀλλὰ φραξάμενος τὸν περίβολον τῆς Ἀχραδινῆς καὶ συνάψας τοῖς ἐρύμασι πρὸς τὴν ἀκρόπολιν, διεφύλαττε.

Explore with AITake your curiosity a little further.

Reading settings