Note 397 — Chapter LXXXV · SICILIAN AFFAIRS DOWN TO THE CLOSE OF THE EXPEDITION OF TIMOLEON. B. C. 353-336. (continued 2)
Reading edition
Plutarch, Timoleon, c. 35. Οἷς οὐ μόνον ἀσφάλειαν ἐκ πολέμου τοσούτου καὶ γαλήνην ἱδρυομένοις παρεῖχεν, ἀλλὰ καὶ τἄλλα παρασκευάσας καὶ συμπροθυμηθεὶς ὥσπερ οἰκιστὴς ἠγαπᾶτο. Καὶ τῶν ἄλλων δὲ διακειμένων ὁμοίως πρὸς αὐτὸν, οὐ πολέμου τις λύσις, οὐ νόμων θέσις, οὐ χώρας κατοικισμὸς, οὐ πολιτείας διάταξις, ἐδόκει καλῶς ἔχειν, ἧς ἐκεῖνος μὴ προσάψαιτο μηδὲ κατακοσμήσειεν, ὥσπερ ἔργῳ συντελουμένῳ δημιουργὸς ἐπιθείς τινα χάριν θεοφιλῆ καὶ πρέπουσαν.
Compare Cornelius Nepos, Timoleon, c. 3.