← Table of contents
History of Greece, Volume 11 (of 12)

Note 150 — Chapter LXXXIV · SICILIAN AFFAIRS AFTER THE DEATH OF THE ELDER DIONYSIUS — DIONYSIUS THE YOUNGER — AND DION.

Reading edition

Plato, Epistol. vii. p. 332 E. Ἃ δὴ καὶ Διονυσίῳ συνεβουλεύομεν ἐγὼ καὶ Δίων, ἐπειδὴ τὰ παρὰ τοῦ πατρὸς αὐτῷ συνεβεβήκει, οὕτως ἀνομιλήτῳ μὲν παιδείας, ἀνομιλήτῳ δὲ συνουσιῶν τῶν προσηκουσῶν γεγονέναι, πρῶτον ἐπὶ ταῦτα ὁρμήσαντα φίλους ἄλλους αὑτῷ τῶν οἰκείων ἅμα καὶ ἡλικιωτῶν καὶ συμφώνους πρὸς ἀρετὴν κτήσασθαι, μάλιστα δὲ αὐτὸν αὑτῷ, τούτου γὰρ αὐτὸν θαυμαστῶς ἐνδεᾶ γεγονέναι· λέγοντες οὐκ ἐναργῶς οὕτως—οὐ γὰρ ἦν ἀσφαλὲς—ὡς οὕτω μὲν πᾶς ἀνὴρ αὑτόν τε καὶ ἐκείνους ὧν ἂν ἡγεμὼν γένηται σώσει, μὴ ταύτῃ δὲ τραπόμενος τἀναντία πάντα ἀποτελεῖ· πορευθεὶς δὲ ὡς λέγομεν, καὶ ἑαυτὸν ἔμφρονα καὶ σώφρονα ποιησάμενος, εἰ τὰς ἐξηρημωμένας Σικελίας πόλεις κατοικίσειε νόμοις τε ξυνδήσειε καὶ πολιτείαις, etc.

Compare also p. 331 F.

Explore with AITake your curiosity a little further.

Reading settings