Note 39 — Chapter LXXXIII · SICILIAN AFFAIRS (continued). — FROM THE DESTRUCTION OF THE CARTHAGINIAN ARMY BY PESTILENCE BEFORE SYRACUSE, DOWN TO THE DEATH OF DIONYSIUS THE ELDER. B. C. 394-367.
Reading edition
Diodor. xiv. 112. Ὁ δὲ Φύτων, κατὰ τὴν πολιορκίαν στρατηγὸς ἀγαθὸς γεγενημένος, καὶ κατὰ τὸν ἄλλον βίον ἐπαινούμενος, οὐκ ἀγεννῶς ὑπέμενε τὴν ἐπὶ τῆς τελευτῆς τιμωρίαν· ἀλλ᾽ ἀκατάπληκτον τὴν ψυχὴν φυλάξας, καὶ βοῶν, ὅτι τὴν πόλιν οὐ βουληθεὶς προδοῦναι Διονυσίῳ τυγχάνει τῆς τιμωρίας, ἣν αὐτῷ τὸ δαιμόνιον ἐκείνῳ συντόμως ἐπιστήσει· ὥστε τὴν ἀρετὴν τἀνδρὸς καὶ παρὰ τοῖς στρατιώταις τοῦ Διονυσίου κατελεεῖσθαι, καί τινας ἤδη θορυβεῖν. Ὁ δὲ Διονύσιος, εὐλαβηθεὶς μή τινες τῶν στρατιωτῶν ἀποτολμήσωσιν ἐξαρπάζειν τὸν Φύτωνα, παυσάμενος τῆς τιμωρίας, κατεπόντωσε τὸν ἀτυχῆ μετὰ τῆς συγγενείας. Οὗτος μὲν οὖν ἀναξίως τῆς ἀρετῆς ἐκνόμοις περιέπεσε τιμωρίαις, καὶ πολλοὺς ἔσχε καὶ τότε τῶν Ἑλλήνων τοὺς ἀλγήσαντας τὴν συμφορὰν, καὶ μετὰ ταῦτα ποιητὰς τοὺς θρηνήσοντας τὸ τῆς περιπετείας ἐλεεινόν.