Note 1037 — Chapter LXXXII · SICILY DURING THE DESPOTISM OF THE ELDER DIONYSIUS AT SYRACUSE.
Reading edition
Diodor. xiv, 46. Οὐ μόνον γὰρ αὐτῶν τὰς οὐσίας διήρπασαν, ἀλλὰ καὶ αὐτοὺς συλλαμβάνοντες, πᾶσαν αἰκίαν καὶ ὕβριν εἰς τὰ σώματα αὐτῶν ἀπετίθεντο, μνημονεύοντες ὧν αὐτοὶ κατὰ τὴν αἰχμαλωσίαν ἔπαθον. Ἐπὶ τοσοῦτον δὲ τῆς κατὰ τῶν Φοινίκων τιμωρίας προέβησαν, καὶ τότε καὶ κατὰ τὸν ὕστερον χρόνον, ὥστε τοὺς Καρχηδονίους διδαχθῆναι μηκέτι παρανομεῖν εἰς τοὺς ὑποπεσόντας.