Note 1016 — Chapter LXXXII · SICILY DURING THE DESPOTISM OF THE ELDER DIONYSIUS AT SYRACUSE.
Reading edition
Aristot. Politic. v, 6, 7. Ἔτι διὰ τὸ πάσας τὰς ἀριστοκρατικὰς πολιτείας ὀλιγαρχικὰς εἶναι, μᾶλλον πλεονεκτοῦσιν οἱ γνώριμοι· οἷον καὶ ἐν Λακεδαίμονι εἰς ὀλίγους αἱ οὐσίαι ἔρχονται, καὶ ἔξεστι ποιεῖν ὅτι ἂν θέλωσι τοῖς γνωρίμοις μᾶλλον, καὶ κηδεύειν ὅτῳ θέλουσι. Διὸ καὶ ἡ Λοκρῶν πολιτεία ἀπώλετο ἐκ τῆς πρὸς Διονύσιον κηδείας· ὃ ἐν δημοκρατίᾳ οὐκ ἂν ἐγένετο, οὐδ’ ἂν ἐν ἀριστοκρατίᾳ εὖ μεμιγμένῃ.