Note 993 — Chapter LXXXII · SICILY DURING THE DESPOTISM OF THE ELDER DIONYSIUS AT SYRACUSE.
Reading edition
Diodor. xiv, 10. Ἀπέστειλαν (οἱ Λακεδαιμόνιοι) Ἄριστον, ἄνδρα τῶν ἐπιφανῶν, εἰς Συρακούσας, τῷ μὲν λόγῳ προσποιούμενοι καταλιπεῖν τὴν δυναστείαν, τῇ δ’ ἀληθείᾳ σπεύδοντες αὐξῆσαι τὴν τυραννίδα· ἤλπιζον γὰρ συγκατασκευάζοντες τὴν ἀρχὴν, ὑπήκοον ἕξειν τὸν Διονύσιον διὰ τὰς εὐεργεσίας. Ὁ δ’ Ἄριστος καταπλεύσας εἰς Συρακούσας, καὶ τῷ τυράννῳ λάθρα περὶ τούτων διαλεχθεὶς, τούς τε Συρακοσίους ἀνασείων, Νικοτέλην τὸν Κορίνθιον ἀνεῖλεν, ἀφηγούμενον τῶν Συρακοσίων· τοὺς δὲ πιστεύσαντας προδοὺς, τὸν μὲν τύραννον ἰσχυρὸν κατέστησε, διὰ δὲ τῆς πράξεως ταύτης ἀσχημονεῖν ἐποίησεν αὑτὸν ἅμα καὶ τὴν πατρίδα. Compare xiv, 70.