Note 1066 — Chapter LXXXII · SICILY DURING THE DESPOTISM OF THE ELDER DIONYSIUS AT SYRACUSE. (continued 2)
Reading edition
Diodor. xiv, 65. Οὗτος δὲ, τὰ μὲν ἱερὰ συλήσας, τοὺς δὲ τῶν ἰδιωτῶν πλούτους ἅμα ταῖς τῶν κεκτημένων ψυχαῖς ἀφελόμενος, τοὺς οἰκέτας μισθοδοτεῖ ἐπὶ τῆς τῶν δεσποτῶν δουλείας....
c. 66. Ἡ μὲν γὰρ ἀκρόπολις, δούλων ὅπλοις τηρουμένη, κατὰ τῆς πόλεως ἐπιτετείχισται· τὸ δὲ τῶν μισθοφόρων πλῆθος ἐπὶ δουλείᾳ τῶν Συρακοσίων ἤθροισται. Καὶ κρατεῖ τῆς πόλεως οὐκ ἐπίσης βραβεύων τὸ δίκαιον, ἀλλὰ μόναρχος πλεονεξίᾳ κρίνων πράττειν πάντα. Καὶ νῦν μὲν οἱ πολέμιοι βραχὺ μέρος ἔχουσι τῆς χώρας· Διονύσιος δὲ, πᾶσαν ποιήσας ἀνάστατον, τοῖς τὴν τυραννίδα συναύξουσιν ἐδωρήσατο....
... Καὶ πρὸς μὲν Καρχηδονίους δύο μάχας ἐνστησάμενος ἐν ἑκατέραις ἥττηται· παρὰ δὲ τοῖς πολίταις πιστευθεὶς ἅπαξ στρατηγίαν, εὐθέως ἀφείλετο τὴν ἐλευθερίαν· φονεύων μὲν τοὺς παῤῥησίαν ἄγοντας ὑπὲρ τῶν νόμων, φυγαδεύων δὲ τοὺς ταῖς οὐσίαις προέχοντας· καὶ τὰς μὲν τῶν φυγάδων γυναῖκας οἰκέταις καὶ μιγάσιν ἀνθρώποις συνοικίζων, τῶν δὲ πολιτικῶν ὅπλων βαρβάρους καὶ ξένους ποιῶν κυρίους....
c. 67. Οὐκ αἰσχυνόμεθα τὸν πολέμιον ἔχοντες ἡγεμόνα, τὸν τὰ κατὰ τὴν πόλιν ἱερὰ σεσυληκότα;
c. 69. Διόπερ ἕτερον ἡγεμόνα ζητητέον, ὅπως μὴ τὸν σεσυληκότα τοὺς τῶν θεῶν ναοὺς στρατηγὸν ἔχοντες ἐν τῷ πολέμῳ θεομαχῶμεν....