Note 1065 — Chapter LXXXII · SICILY DURING THE DESPOTISM OF THE ELDER DIONYSIUS AT SYRACUSE. (continued 2)
Reading edition
Diodor. xiv, 64. Οὐ μὴν ἀλλὰ τοιούτων λόγων γινομένων, Διονύσιος κατέπλευσε, καὶ συναγαγὼν ἐκκλησίαν, ἐπῄνει τοὺς Συρακουσίους, καὶ παρεκάλει θαῤῥεῖν, ἐπαγγελλόμενος ταχέως καταλύσειν τὸν πόλεμον. Ἤδη δ’ αὐτοῦ μέλλοντος διαλύειν τὴν ἐκκλησίαν, ἀναστὰς Θεόδωρος ὁ Συρακούσιος, ἐν τοῖς ἱππεῦσιν εὐδοκιμῶν καὶ δοκῶν εἶναι πρακτικὸς, ἀπετόλμησε περὶ τῆς ἐλευθερίας τοιούτοις χρήσασθαι λόγοις.