← Table of contents
History of Greece, Volume 10 (of 12)

Note 953 — Chapter LXXXI · SICILIAN AFFAIRS AFTER THE DESTRUCTION OF THE ATHENIAN ARMAMENT BEFORE SYRACUSE. (continued 2)

Reading edition

Diodor. xiii, 95. Διαλυθείσης δὲ τῆς ἐκκλησίας, οὐκ ὀλίγοι τῶν Συρακουσίων κατηγόρουν τῶν πραχθέντων, ὥσπερ οὐκ αὐτοὶ ταῦτα κεκυρωκότες· τοῖς γὰρ λογισμοῖς εἰς ἑαυτοὺς ἐρχόμενοι, τὴν ἐσομένην δυναστείαν ἀνεθεώρουν. Οὗτοι μὲν οὖν βεβαιῶσαι βουλόμενοι τὴν ἐλευθερίαν, ἔλαθον ἑαυτοὺς δεσπότην τῆς πατρίδος καθεστακότες. Ὁ δὲ Διονύσιος, τὴν μετάνοιαν τῶν ὄχλων φθάσαι βουλόμενος, ἐπεζήτει δι’ οὗ τρόπου δύναιτο φύλακας αἰτήσασθαι τοῦ σώματος· τούτου γὰρ συγχωρηθέντος, ῥᾳδίως ἤμελλε κυριεύσειν τῆς τυραννίδος.

Explore with AITake your curiosity a little further.

Reading settings