Note 756 — Chapter LXXX · FROM THE DEATH OF PELOPIDAS TO THE BATTLE OF MANTINEA.
Reading edition
Xen. Hellen. vii, 5, 25. Τὴν μὲν δὴ συμβολὴν οὕτως ἐποιήσατο, καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος· κρατήσας γὰρ ἧ προσέβαλεν, ὅλον ἐποίησε φεύγειν τὸ τῶν ἐναντίων. Ἐπεί γε μὴν ἐκεῖνος ἔπεσεν, οἱ λοιποὶ οὐδὲ τῇ νίκῃ ὀρθῶς ἔτι ἐδυνάσθησαν χρήσασθαι, ἀλλὰ φυγούσης μὲν αὐτοῖς τῆς ἐναντίας φάλαγγος, οὐδένα ἀπέκτειναν οἱ ὁπλῖται, οὐδὲ προῆλθον ἐκ τοῦ χωρίου ἔνθα ἡ συμβολὴ ἐγένετο· φυγόντων δ’ αὐτοῖς καὶ τῶν ἱππέων, ἀπέκτειναν μὲν οὐδὲ οἱ ἱππεῖς διώκοντες οὔτε ἱππέας οὔθ’ ὁπλίτας, ὥσπερ δὲ ἡττώμενοι πεφοβημένως διὰ τῶν φευγόντων πολεμίων διέπεσον. Καὶ μὴν οἱ ἅμιπποι καὶ οἱ πελτασταὶ, συννενικηκότες τοῖς ἱππεῦσιν, ἀφίκοντο μὲν ἐπὶ τοῦ εὐωνύμου, ὡς κρατοῦντες· ἐκεῖ δὲ ὑπὸ τῶν Ἀθηναίων οἱ πλεῖστοι αὐτῶν ἀπέθανον.