← Table of contents
History of Greece, Volume 10 (of 12)

Note 6 — Chapter LXXVI · FROM THE PEACE OF ANTALKIDAS DOWN TO THE SUBJUGATION OF OLYNTHUS BY SPARTA.

Reading edition

Xen. Hellen. v, 1, 30, 31. Ὥστ’ ἐπεὶ παρήγγειλεν ὁ Τιρίβαζος παρεῖναι τοὺς βουλομένους ὑπακοῦσαι, ἣν βασιλεὺς εἰρήνην καταπέμποι, ταχέως πάντες παρεγένοντο. Ἐπεὶ δὲ ξυνῆλθον, ἐπιδείξας ὁ Τιρίβαζος τὰ βασιλέως σημεῖα, ἀνεγίνωσκε τὰ γεγραμμένα, εἶχε δὲ ὧδε·

Ἀρταξέρξης βασιλεὺς νομίζει δίκαιον, τὰς μὲν ἐν τῇ Ἀσίᾳ πόλεις ἑαυτοῦ εἶναι, καὶ τῶν νήσων Κλαζομένας καὶ Κύπρον· τὰς δὲ ἄλλας Ἑλληνίδας πόλεις καὶ μικρὰς καὶ μεγάλας, αὐτονόμους εἶναι, πλὴν Λήμνου, καὶ Ἴμβρου καὶ Σκύρου, ταύτας δὲ, ὥσπερ τὸ ἀρχαῖον, εἶναι Ἀθηναίων. Ὁπότεροι δὲ ταύτην τὴν εἰρήνην μὴ δέχονται, τούτοις ἐγὼ πολεμήσω, μετὰ τῶν ταὐτα βουλομένων, καὶ πέζῇ καὶ κατὰ θάλασσαν, καὶ ναυσὶ καὶ χρήμασιν.

Explore with AITake your curiosity a little further.

Reading settings