Note 628 — Chapter LXXV · FROM THE REBUILDING OF THE LONG WALLS OF ATHENS TO THE PEACE OF ANTALKIDAS.
Reading edition
Xen. Hellen. iv, 4, 2. Γνόντες δὲ οἱ Ἀργεῖοι καὶ Βοιωτοὶ καὶ Ἀθηναῖοι καὶ Κορινθίων οἵ τε τῶν παρὰ βασιλέως χρημάτων μετεσχηκότες, καὶ οἱ τοῦ πολέμου αἰτιώτατοι γεγενημένοι, ὡς, εἰ μὴ ἐκποδὼν ποιήσαιντο τοὺς ἐπὶ τὴν εἰρήνην τετραμμένους, κινδυνεύσει πάλιν ἡ πόλις λακωνίσαι—οὕτω δὴ καὶ σφαγὰς ἐπεχείρουν ποιεῖσθαι.
iv, 4, 4. Οἱ δὲ νεώτεροι, ὑποπτεύσαντος Πασιμήλου τὸ μέλλον ἔσεσθαι, ἡσυχίαν ἔσχον ἐν τῷ Κρανίῳ· ὡς δὲ τῆς κραυγῆς ἤσθοντο, καὶ φεύγοντές τινες ἐκ τοῦ πράγματος ἀφίκοντο πρὸς αὐτούς, ἐκ τούτου ἀναδραμόντες κατὰ τὸν Ἀκροκόρινθον, προσβαλόντας μὲν Ἀργείους καὶ τοὺς ἄλλους ἀπεκρούσαντο, etc.